Zum Inhalt springen


Alltag und Philosophie - Im Alltag liegen Weisheit und Liebe verborgen …


15. Dezember 2016

Griechische Lektüre und Exegese des Johannesevangeliums

Wir über­setz­ten Joh 20,10-31. Das sieht seg­men­tiert fol­gen­der­ma­ßen aus:

10ἀπῆλθον οὖν πάλιν πρὸς αὐτοὺς οἱ μαθηταί.

 

11Μαρία δὲ εἱστήκει πρὸς τῷ μνημείῳ ἔξω κλαίουσα.

ὡς οὖν ἔκλαιεν,

παρέκυψεν εἰς τὸ μνημεῖον

 

12καὶ θεωρεῖ δύο ἀγγέλους ἐν λευκοῖς καθεζομένους,

ἕνα πρὸς τῇ κεφαλῇ

καὶ ἕνα πρὸς τοῖς ποσίν,

ὅπου ἔκειτο τὸ σῶμα τοῦ Ἰησοῦ.

 

13καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι·

γύναι,

τί κλαίεις;

λέγει αὐτοῖς ὅτι

ἦραν τὸν κύριόν μου,

καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν.

 

14Ταῦτα εἰποῦσα

ἐστράφη εἰς τὰ ὀπίσω

καὶ θεωρεῖ τὸν Ἰησοῦν ἑστῶτα

καὶ οὐκ ᾔδει ὅτι Ἰησοῦς ἐστιν.

 

15λέγει αὐτῇ Ἰησοῦς·

γύναι,

τί κλαίεις;

τίνα ζητεῖς;

ἐκείνη δοκοῦσα

ὅτι ὁ κηπουρός ἐστιν

λέγει αὐτῷ·

κύριε,

εἰ σὺ ἐβάστασας αὐτόν,

εἰπέ μοι

ποῦ ἔθηκας αὐτόν,

κἀγὼ αὐτὸν ἀρῶ.

 

16λέγει αὐτῇ Ἰησοῦς·

Μαριάμ.

στραφεῖσα ἐκείνη λέγει αὐτῷ Ἑβραϊστί·

ραββουνι,

ὃ λέγεται

διδάσκαλε

 

17λέγει αὐτῇ Ἰησοῦς·

μή μου ἅπτου,

οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα·

πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου

καὶ εἰπὲ αὐτοῖς·

ἀναβαίνω πρὸς τὸν πατέρα μου

καὶ πατέρα ὑμῶν

καὶ θεόν μου

καὶ θεὸν ὑμῶν.

 

18Ἔρχεται Μαριὰμ ἡ Μαγδαληνὴ ἀγγέλλουσα τοῖς μαθηταῖς ὅτι

ἑώρακα τὸν κύριον,

καὶ ταῦτα εἶπεν αὐτῇ.

 

19Οὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ μιᾷ σαββάτων

καὶ τῶν θυρῶν κεκλεισμένων

ὅπου ἦσαν οἱ μαθηταὶ διὰ τὸν φόβον τῶν Ἰουδαίων,

ἦλθεν ὁ Ἰησοῦς

καὶ ἔστη εἰς τὸ μέσον

καὶ λέγει αὐτοῖς·

εἰρήνη ὑμῖν.

 

20καὶ τοῦτο εἰπὼν

ἔδειξεν τὰς χεῖρας

καὶ τὴν πλευρὰν αὐτοῖς.

ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν κύριον.

 

21εἶπεν οὖν αὐτοῖς [ὁ Ἰησοῦς] πάλιν·

εἰρήνη ὑμῖν·

καθὼς ἀπέσταλκέν με ὁ πατήρ,

κἀγὼ πέμπω ὑμᾶς.

 

22καὶ τοῦτο εἰπὼν ἐνεφύσησεν

καὶ λέγει αὐτοῖς·

λάβετε πνεῦμα ἅγιον·

 

23ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας ἀφέωνται αὐτοῖς,

ἄν τινων κρατῆτε κεκράτηνται.

 

24Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα,

ὁ λεγόμενος Δίδυμος,

οὐκ ἦν μετ’ αὐτῶν

öὅτε ἦλθεν Ἰησοῦς.

 

25ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί·

ἑωράκαμεν τὸν κύριον.

ὁ δὲ εἶπεν αὐτοῖς·

ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων

καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων

καὶ βάλω μου τὴν χεῖρα εἰς τὴν πλευρὰν αὐτοῦ,

οὐ μὴ πιστεύσω.

 

26Καὶ μεθ’ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ

καὶ Θωμᾶς μετ’ αὐτῶν.

ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων

καὶ ἔστη εἰς τὸ μέσον

καὶ εἶπεν·

εἰρήνη ὑμῖν.

 

27εἶτα λέγει τῷ Θωμᾷ·

φέρε τὸν δάκτυλόν σου ὧδε

καὶ ἴδε τὰς χεῖράς μου

καὶ φέρε τὴν χεῖρά σου

καὶ βάλε εἰς τὴν πλευράν μου,

καὶ μὴ γίνου ἄπιστος

ἀλλὰ πιστός.

 

28ἀπεκρίθη Θωμᾶς

καὶ εἶπεν αὐτῷ·

ὁ κύριός μου

καὶ ὁ θεός μου.

 

29λέγει αὐτῷ ὁ Ἰησοῦς·

ὅτι ἑώρακάς με πεπίστευκας;

μακάριοι οἱ μὴ ἰδόντες

καὶ πιστεύσαντες.

 

30Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν [αὐτοῦ], ἃ οὐκ ἔστιν γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ·

 

31ταῦτα δὲ γέγραπται

ἵνα πιστεύ [σ]ητε

ὅτι Ἰησοῦς ἐστιν ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ,

καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.

 

(more…)

8. Dezember 2016

Griechische Lektüre und Exegese des Johannesevangeliums (Uni Hd 05.12.)

Wir über­setz­ten 19,25-28 und 20,1-9. Seg­men­tiert sieht das so aus:

19,25Εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ

καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ,

Μαρία ἡ τοῦ Κλωπᾶ

καὶ Μαρία ἡ Μαγδαληνή.

26Ἰησοῦς οὖν ἰδὼν τὴν μητέρα

καὶ τὸν μαθητὴν παρεστῶτα

ὃν ἠγάπα,

λέγει τῇ μητρί·

γύναι,

ἴδε ὁ υἱός σου.

27εἶτα λέγει τῷ μαθητῇ·

ἴδε ἡ μήτηρ σου.

καὶ ἀπ’ ἐκείνης τῆς ὥρας ἔλαβεν ὁ μαθητὴς αὐτὴν εἰς τὰ ἴδια.

28Μετὰ τοῦτο εἰδὼς ὁ Ἰησοῦς

ὅτι ἤδη πάντα

ἵνα τελειωθῇ ἡ γραφή,

λέγει·

διψῶ.

201Τῇ δὲ μιᾷ τῶν σαββάτων Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωῒ

σκοτίας ἔτι οὔσης εἰς τὸ μνημεῖον

καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου.

2τρέχει οὖν καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον

καὶ πρὸς τὸν ἄλλον μαθητὴν

ὃν ἐφίλει ὁ Ἰησοῦς

καὶ λέγει αὐτοῖς·

ἦραν τὸν κύριον ἐκ τοῦ μνημείου

καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν.

3Ἐξῆλθεν οὖν ὁ Πέτρος

καὶ ὁ ἄλλος μαθητὴς

καὶ ἤρχοντο εἰς τὸ μνημεῖον.

4ἔτρεχον δὲ οἱ δύο ὁμοῦ·

καὶ ὁ ἄλλος μαθητὴς προέδραμεν τάχιον τοῦ Πέτρου

καὶ ἦλθεν πρῶτος εἰς τὸ μνημεῖον,

5καὶ παρακύψας

βλέπει κείμενα τὰ ὀθόνια,

οὐ μέντοι εἰσῆλθεν.

6ἔρχεται οὖν καὶ Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ

καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον,

καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα,

7καὶ τὸ σουδάριον,

ὃ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ,

οὐ μετὰ τῶν ὀθονίων κείμενον

ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον.

8τότε οὖν εἰσῆλθεν καὶ ὁ ἄλλος μαθητὴς

ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον

καὶ εἶδεν καὶ ἐπίστευσεν·

9οὐδέπω γὰρ ᾔδεισαν τὴν γραφὴν

ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι.

 

(more…)

30. November 2016

Griechische Lektüre und Exegese des Johannesevangeliums (27.11. Uni Hd)

Wir über­setz­ten Joh 17,13-26. Der Text sieht seg­men­tiert so aus:

13α  νῦν δὲ πρὸς σὲ ἔρχομαι

β     καὶ ταῦτα λαλῶ ἐν τῷ κόσμῳ

γ     ἵνα ἔχωσιν τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην ἐν ἑαυτοῖς.

14aα ἐγὼ δέδωκα αὐτοῖς τὸν λόγον σου

aβ     καὶ ὁ κόσμος ἐμίσησεν αὐτούς,

bα     ὅτι οὐκ εἰσὶν ἐκ τοῦ κόσμου

bβ      καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου.

15aα οὐκ ἐρωτῶ

aβ   ἵνα ἄρῃς αὐτοὺς ἐκ τοῦ κόσμου,

b      ἀλλ’ ἵνα τηρήσῃς αὐτοὺς ἐκ τοῦ πονηροῦ.

16α ἐκ τοῦ κόσμου οὐκ εἰσὶν

β   καθὼς ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου.

17α ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ·

β     ὁ λόγος ὁ σὸς ἀλήθειά ἐστιν.

18a καθὼς ἐμὲ ἀπέστειλας εἰς τὸν κόσμον,

bκἀγὼ ἀπέστειλα αὐτοὺς εἰς τὸν κόσμον·

19a καὶ ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτόν,

b     ἵνα ὦσιν καὶ αὐτοὶ ἡγιασμένοι ἐν ἀληθείᾳ.

20a Οὐ περὶ τούτων δὲ ἐρωτῶ μόνον,

ἀλλὰ καὶ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ,

21a ἵνα πάντες ἓν ὦσιν,

b    καθὼς σύ,

c πάτερ,

d  ἐν ἐμοὶ κἀγὼ ἐν σοί,

e  ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ὦσιν,

fα ἵνα ὁ κόσμος πιστεύῃ

fβ ὅτι σύ με ἀπέστειλας.

22aα κἀγὼ τὴν δόξαν

aβ   ἣν δέδωκάς μοι

aγ   δέδωκα αὐτοῖς,

bα    ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἕν·

23aα ἐγὼ ἐν αὐτοῖς

aβ  καὶ σὺ ἐν ἐμοί,

bα  ἵνα ὦσιν τετελειωμένοι εἰς ἕν,

cα  ἵνα γινώσκῃ ὁ κόσμος

cβ  ὅτι σύ με ἀπέστειλας

cγ  καὶ ἠγάπησας αὐτοὺς καθὼς ἐμὲ ἠγάπησας.

24a Πάτερ,

b     ὃ δέδωκάς μοι,

cα    θέλω

cβ    ἵνα ὅπου εἰμὶ ἐγὼ κἀκεῖνοι ὦσιν μετ’ ἐμοῦ,

d       ἵνα θεωρῶσιν τὴν δόξαν τὴν ἐμήν,

eα      ἣν δέδωκάς μοι

eβ      ὅτι ἠγάπησάς με πρὸ καταβολῆς κόσμου.

25a πάτερ δίκαιε,

b   καὶ ὁ κόσμος σε οὐκ ἔγνω,

c    ἐγὼ δέ σε ἔγνων,

dα  καὶ οὗτοι ἔγνωσαν

dβ  ὅτι σύ με ἀπέστειλας·

26aα καὶ ἐγνώρισα αὐτοῖς τὸ ὄνομά σου

aβ    καὶ γνωρίσω,

bα    ἵνα ἡ ἀγάπη

bβ    ἣν ἠγάπησάς με

bγ    ἐν αὐτοῖς ᾖ

bδ     κἀγὼ ἐν αὐτοῖς.

 

(more…)

24. November 2016

Griechische Lektüre des Johannesevangeliums (21.11. Uni Hd)

Wir über­setz­ten Joh 17,1-12 – und erör­ter­ten erfreu­lich kon­tro­vers auch theo­lo­gi­sche The­men, die der Text auf­wirft. Seg­men­tiert sieht das so aus:

17     1aα Ταῦτα ἐλάλησεν Ἰησοῦς

aβ  καὶ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τὸν οὐρανὸν

aγ  εἶπεν·

b   πάτερ,

cα ἐλήλυθεν ἡ ὥρα·

cβ δόξασόν σου τὸν υἱόν,

d   ἵνα ὁ υἱὸς δοξάσῃ σέ,

2a καθὼς ἔδωκας αὐτῷ ἐξουσίαν πάσης σαρκός,

b   ἵνα πᾶν ὃ δέδωκας αὐτῷ δώσῃ αὐτοῖς ζωὴν αἰώνιον.

3α  αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ

β    ἵνα γινώσκωσιν σὲ τὸν μόνον ἀληθινὸν θεὸν

γ     καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν.

4α   ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς τὸ ἔργον τελειώσας

β    ὃ δέδωκάς μοι

γ    ἵνα ποιήσω

5a καὶ νῦν δόξασόν με σύ,

b  πάτερ,

cα παρὰ σεαυτῷ τῇ δόξῃ

cβ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.

6aαἘφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις

aβ  οὓς ἔδωκάς μοι ἐκ τοῦ κόσμου.

bα  σοὶ ἦσαν κἀμοὶ αὐτοὺς ἔδωκας

bβ  καὶ τὸν λόγον σου τετήρηκαν.

7α  νῦν ἔγνωκαν

β    ὅτι πάντα ὅσα δέδωκάς μοι παρὰ σοῦ εἰσιν·

8aα ὅτι τὰ ῥήματα

aβ  ἃ ἔδωκάς μοι δέδωκα αὐτοῖς,

bα  καὶ αὐτοὶ ἔλαβον

bβ  καὶ ἔγνωσαν ἀληθῶς

bγ  ὅτι παρὰ σοῦ ἐξῆλθον,

cα  καὶ ἐπίστευσαν

cβ  ὅτι σύ με ἀπέστειλας.

9a  Ἐγὼ περὶ αὐτῶν ἐρωτῶ,

bα  οὐ περὶ τοῦ κόσμου ἐρωτῶ

bβ  ἀλλὰ περὶ ὧν δέδωκάς μοι,

c   ὅτι σοί εἰσιν,

10aα καὶ τὰ ἐμὰ πάντα σά ἐστιν

aβ    καὶ τὰ σὰ ἐμά,

b     καὶ δεδόξασμαι ἐν αὐτοῖς.

11a  καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ,

b     καὶ αὐτοὶ ἐν τῷ κόσμῳ εἰσίν,

c   κἀγὼ πρὸς σὲ ἔρχομαι.

d   πάτερ ἅγιε,

eα  τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου

eβ  ᾧ δέδωκάς μοι,

f     ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς.

12aα ὅτε ἤμην μετ’ αὐτῶν ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί σου

aβ    ᾧ δέδωκάς μοι,

b     καὶ ἐφύλαξα,

c      καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας,

d     ἵνα ἡ γραφὴ πληρωθῇ. (more…)

16. November 2016

Griechische Lektüre und Exegese des Johannesevangeliums (Uni Hd 14.11.)

Wir über­setz­ten Joh 3,15-36. Das sieht seg­men­tiert so aus:

15  ἵνα πᾶς ὁ πιστεύων ἐν αὐτῷ ἔχῃ ζωὴν αἰώνιον.

16  a  οὕτως γὰρ ἠγάπησεν ὁ θεὸς τὸν κόσμον,

b ὥστε τὸν υἱὸν τὸν μονογενῆ ἔδωκεν,

cα ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν

cβ μὴ ἀπόληται

cγ ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον.

17  aα οὐ γὰρ ἀπέστειλεν ὁ θεὸς τὸν υἱὸν εἰς τὸν κόσμον

aβ ἵνα κρίνῃ τὸν κόσμον,

b   ἀλλ’ ἵνα σωθῇ ὁ κόσμος δι’ αὐτοῦ.

18  a ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται·

b ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται,

c ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ.

19  aα αὕτη δέ ἐστιν ἡ κρίσις

aβ ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον

aγ καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς·

b   ἦν γὰρ αὐτῶν πονηρὰ τὰ ἔργα.

20  aα πᾶς γὰρ ὁ φαῦλα πράσσων μισεῖ τὸ φῶς

aβ καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς,

b   ἵνα μὴ ἐλεγχθῇ τὰ ἔργα αὐτοῦ·

21  aα  ὁ δὲ ποιῶν τὴν ἀλήθειαν

aβ ἔρχεται πρὸς τὸ φῶς,

bα ἵνα φανερωθῇ αὐτοῦ τὰ ἔργα

bβ ὅτι ἐν θεῷ ἐστιν εἰργασμένα.

22  aα Μετὰ ταῦτα ἦλθεν ὁ Ἰησοῦς

aβ καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὴν Ἰουδαίαν γῆν

aγ καὶ ἐκεῖ διέτριβεν μετ’ αὐτῶν

aδ καὶ ἐβάπτιζεν.

23  a   Ἦν δὲ καὶ ὁ Ἰωάννης βαπτίζων ἐν Αἰνὼν ἐγγὺς τοῦ Σαλείμ,

b    ὅτι ὕδατα πολλὰ ἦν ἐκεῖ,

cα καὶ παρεγίνοντο

cβ  καὶ ἐβαπτίζοντο·

24     οὔπω γὰρ ἦν βεβλημένος εἰς τὴν φυλακὴν ὁ Ἰωάννης.

25     Ἐγένετο οὖν ζήτησις ἐκ τῶν μαθητῶν Ἰωάννου

μετὰ Ἰουδαίου περὶ καθαρισμοῦ.

26  aα καὶ ἦλθον πρὸς τὸν Ἰωάννην

aβ καὶ εἶπαν αὐτῷ·

b  ῥαββί,

c  ὃς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου,

d  ᾧ σὺ μεμαρτύρηκας,

eα ἴδε οὗτος βαπτίζει

eβ καὶ πάντες ἔρχονται πρὸς αὐτόν.

27  aα Ἀπεκρίθη Ἰωάννης

aβ  καὶ εἶπεν·

bα  οὐ δύναται ἄνθρωπος λαμβάνειν οὐδὲ ἓν

bβ  ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ.

28  aα  αὐτοὶ ὑμεῖς μοι μαρτυρεῖτε

aβ ὅτι εἶπον [ὅτι]

aγ  οὐκ εἰμὶ ἐγὼ ὁ χριστός,

b   ἀλλ’ ὅτι ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου.

29  aα ὁ ἔχων τὴν νύμφην

aβ νυμφίος ἐστίν·

aγ ὁ δὲ φίλος τοῦ νυμφίου ὁ ἑστηκὼς

aδ καὶ ἀκούων αὐτοῦ χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου.

b  αὕτη οὖν ἡ χαρὰ ἡ ἐμὴ πεπλήρωται.

30  a ἐκεῖνον δεῖ αὐξάνειν,

b ἐμὲ δὲ ἐλαττοῦσθαι.

31  a Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν·

bα ὁ ὢν ἐκ τῆς γῆς ἐκ τῆς γῆς ἐστιν

bβ καὶ ἐκ τῆς γῆς λαλεῖ.

c   ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος [ἐπάνω πάντων ἐστίν]·

32  aα ὃ ἑώρακεν καὶ ἤκουσεν

aβ τοῦτο μαρτυρεῖ,

b   καὶ τὴν μαρτυρίαν αὐτοῦ οὐδεὶς λαμβάνει.

33aαὁ λαβὼν αὐτοῦ τὴν μαρτυρίαν

aβ ἐσφράγισεν ὅτι

aγ ὁ θεὸς ἀληθής ἐστιν.

34  a   ὃν γὰρ ἀπέστειλεν ὁ θεὸς τὰ ῥήματα τοῦ θεοῦ λαλεῖ,

b   οὐ γὰρ ἐκ μέτρου δίδωσιν τὸ πνεῦμα.

35  aα ὁ πατὴρ ἀγαπᾷ τὸν υἱὸν

aβ καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ.

36  a   ὁ πιστεύων εἰς τὸν υἱὸν ἔχει ζωὴν αἰώνιον·

b   ὁ δὲ ἀπειθῶν τῷ υἱῷ οὐκ ὄψεται ζωήν,

c aλλ’ ἡ ὀργὴ τοῦ θεοῦ μένει ἐπ’ αὐτόν.

(more…)

9. November 2016

Griechische Lektüre und Exegese des Johannesevangeliums (07.11. [Uni Hd])

 

Wir über­setz­ten Joh 3,1-14, hier ist der V. 15 auch dar­ge­stellt, der zu 3,14 gehört.

Seg­men­tiert sieht das so aus:

3 1a Ἦν δὲ ἄνθρωπος ἐκ τῶν Φαρισαίων,

b   Νικόδημος ὄνομα αὐτῷ,

c    ἄρχων τῶν Ἰουδαίων·

2    aα οὗτος ἦλθεν πρὸς αὐτὸν νυκτὸς

aβ καὶ εἶπεν αὐτῷ·

b ῥαββί,

c οἴδαμεν

dα ὅτι ἀπὸ θεοῦ ἐλήλυθας διδάσκαλος·

dβ οὐδεὶς γὰρ δύναται ταῦτα τὰ σημεῖα ποιεῖν

dγ ἃ σὺ ποιεῖς,

e    ἐὰν μὴ ᾖ ὁ θεὸς μετ’ αὐτοῦ.

3       a  ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ·

b  ἀμὴν ἀμὴν λέγω σοι,

c   ἐὰν μή τις γεννηθῇ ἄνωθεν,

d   οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ θεοῦ.

4       a Λέγει πρὸς αὐτὸν [ὁ] Νικόδημος·

b πῶς δύναται ἄνθρωπος γεννηθῆναι γέρων ὤν;

cα μὴ δύναται εἰς τὴν κοιλίαν τῆς μητρὸς αὐτοῦ δεύτερον εἰσελθεῖν

cβ καὶ γεννηθῆναι;

5       a   ἀπεκρίθη Ἰησοῦς·

b   ἀμὴν ἀμὴν λέγω σοι,

c    ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος,

d   οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ.

6    a   τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν,

b   καὶ τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν.

7    α   μὴ θαυμάσῃς

β   ὅτι εἶπόν σοι

γ   δεῖ ὑμᾶς γεννηθῆναι ἄνωθεν.

8    aα  τὸ πνεῦμα ὅπου θέλει πνεῖ

aβ  καὶ τὴν φωνὴν αὐτοῦ ἀκούεις,

bα  ἀλλ’ οὐκ οἶδας πόθεν ἔρχεται

bβ  καὶ ποῦ ὑπάγει·

c    οὕτως ἐστὶν πᾶς ὁ γεγεννημένος ἐκ τοῦ πνεύματος.

9    aα Ἀπεκρίθη Νικόδημος

aβ καὶ εἶπεν αὐτῷ·

b   πῶς δύναται ταῦτα γενέσθαι;

10  aα  ἀπεκρίθη Ἰησοῦς

aβ καὶ εἶπεν αὐτῷ·

bα σὺ εἶ ὁ διδάσκαλος τοῦ Ἰσραὴλ

bβ καὶ ταῦτα οὐ γινώσκεις;

11   aα ἀμὴν ἀμὴν λέγω σοι

aβ  ὅτι ὃ οἴδαμεν λαλοῦμεν

aγ καὶ ὃ ἑωράκαμεν μαρτυροῦμεν,

b  καὶ τὴν μαρτυρίαν ἡμῶν οὐ λαμβάνετε.

12  a εἰ τὰ ἐπίγεια εἶπον ὑμῖν καὶ οὐ πιστεύετε,

b πῶς ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια πιστεύσετε;

13  aα καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν

aβ εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς,

b   ὁ υἱὸς τοῦ ἀνθρώπου.

14  a Καὶ καθὼς Μωϋσῆς ὕψωσεν τὸν ὄφιν ἐν τῇ ἐρήμῳ,

b οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου,

15  ἵνα πᾶς ὁ πιστεύων ἐν αὐτῷ ἔχῃ ζωὴν αἰώνιον.

(more…)

1. November 2016

Griechische Lektüre des Johannesevangeliums (31.10. Uni Hd)

Wir über­setz­ten Joh 1,15-18 und dis­ku­tier­ten den Text. Dazu kamen wei­te­re Ver­fei­ne­run­gen des Ver­ständ­nis­ses des gesam­ten Tex­tes.

15 aα Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ

aβ καὶ κέκραγεν λέγων·

b   οὗτος ἦν ὃν εἶπον·

c   ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν,

d  ὅτι πρῶτός μου ἦν.

16 aα ὅτι ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν

aβ καὶ χάριν ἀντὶ χάριτος·

17       a  ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη,

b  ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

18        a  Θεὸν οὐδεὶς ἑώρακεν πώποτε·

bα μονογενὴς θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρὸς

bβ ἐκεῖνος ἐξηγήσατο.

Zur Zusam­men­fas­sung vom 24.10. ergab sich eine ver­tie­fen­de Erör­te­rung. Es ging noch­mals um die Über­set­zung von καὶ ἐσκήνωσεν ἐν ἡμῖν in 1,14aβ. Der Teil­neh­mer frag­te nach, wie­so ich den Beleg ἰδοὺ ἡ σκηνὴ τοῦ θεοῦ μετὰ τῶν ἀνθρώπων, καὶ σκηνώσει μετ’ αὐτῶν … aus Apk­Joh 21,3b.c nicht für aus­schlag­ge­bend hiel­te, ob das nicht wegen der „kano­ni­schen“ glei­chen Autor­schaft ange­mes­sen sei, wie etwa in Tübin­gen unter­stellt wer­de. Zunächst sind die gram­ma­ti­schen For­men von σκηνοῦν nicht über­ein­stim­mend, im Johan­nes­evan­ge­li­um ist es eine Aorist-, in der Apk eine Futur­form. Offen­sicht­lich ist in der Apk etwas ande­res gemeint als im Johan­nes­evan­ge­li­um. Wie das mit dem iden­ti­schen expli­zi­ten Autor von Evan­ge­li­um, Brie­fen und Apo­ka­lyp­se zu ver­ste­hen ist, wer­den wir noch genau­er bespre­chen, m. E. ist der rea­le bzw. tat­säch­li­che Autor der Tex­te eher nicht iden­tisch. Der expli­zi­te Autor eines Tex­tes ist der­je­ni­ge, der im Text als sol­cher bezeich­net wird.
(more…)

26. Oktober 2016

Griechische Lektüre und Exegese des Johannesevangeliums (Uni Hd)

Die Übung leg­te fest, dass der grie­chi­sche Text zunächst über­setzt wird – und dar­aus fol­gend Fra­gen und Unklar­hei­ten bespro­chen wer­den. Die Teilnehmer/innen, die über­set­zen möch­ten, mel­den sich frei­weil­lig.

Wir über­setz­ten Joh 1,3-14, was seg­men­tiert fol­gen­der­ma­ßen aus­sieht:

3 a πάντα δι’ αὐτοῦ ἐγένετο,

3 b καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν (.) ὃ γέγονεν.

4 a ἐν αὐτῷ ζωὴ ἦν,

b καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων·

5 a καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει,

b καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. (more…)

19. Oktober 2016

Griechische Lektüre und Exegese des Johannesevangeliums (Uni Hd)

Der Dozent stell­te das Design der Ver­an­stal­tung vor, for­mal soll­ten die­je­ni­gen, die das kön­nen, sich über das LSF anmel­den, die Stu­den­tin­nen aus dem Aus­land erhal­ten Schei­ne. Falls Inter­es­se besteht, kön­nen Leis­tun­gen erbracht wer­den, wie es die jewei­li­gen Stu­di­en­gän­ge vor­se­hen.

Im Vor­der­grund sol­len nach den Äuße­run­gen der Stu­die­ren­den die Wahr­neh­mung und das Ver­ste­hen des grie­chi­schen Tex­tes ste­hen.

Daher begann das Über­set­zen auf Wunsch der Teilnehmer/innen schon in der ers­ten Sit­zung:

  • ΚΑΤΑ ΙΩΑΝΝΗΝ

11a Ἐν ἀρχῇ ἦν ὁ λόγος,

1b καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν,

1c καὶ θεὸς ἦν ὁ λόγος.

2 οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν.
(more…)